Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.17 Joseph. AJ 8.21 (English) >>Joseph. AJ 8.24

8.20οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρʼ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν.” καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν. 8.21

Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα· καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδʼ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθʼ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν. 8.22ἔγνω δʼ εἰς Γιβρῶνα παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε τὸν θεὸν τετιμηκέναι· φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.17 Joseph. AJ 8.21 (English) >>Joseph. AJ 8.24

Powered by PhiloLogic